Add parallel Print Page Options

17 Ταῦτα [a]ἐλάλησεν Ἰησοῦς, καὶ [b]ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, [c]ἵνα ὁ [d]υἱὸς δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ [e]δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον [f]τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς [g]ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς [h]ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα [i]δέδωκάς μοι παρὰ σοῦ [j]εἰσιν· ὅτι τὰ ῥήματα ἃ [k]ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NIV ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἵνα WH Treg NIV ] + καὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 υἱὸς WH Treg NIV ] + σου RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:2 δώσῃ Treg NIV ] δώσει WH RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:4 τελειώσας WH Treg NIV ] ἐτελείωσα RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκας WH Treg NIV ] δέδωκας RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 δέδωκάς Treg NIV RP ] ἔδωκάς WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 εἰσιν WH Treg NIV ] ἐστιν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:8 ἔδωκάς WH Treg NIV ] δέδωκάς RP